Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.242 Joseph. AJ 14.247 (English) >>Joseph. AJ 14.252

14.245Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ δίκαιον ψήφισμα. 14.246βούλομαι οὖν ὑμᾶς εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι. 14.247

Ψήφισμα Περγαμηνῶν. ἐπὶ πρυτάνεως Κρατίππου μηνὸς Δαισίου πρώτῃ γνώμη στρατηγῶν. ἐπεὶ Ῥωμαῖοι κατακολουθοῦντες τῇ τῶν προγόνων ἀγωγῇ τοὺς ὑπὲρ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀσφαλείας κινδύνους ἀναδέχονται καὶ φιλοτιμοῦνται τοὺς συμμάχους καὶ φίλους ἐν εὐδαιμονίᾳ καὶ βεβαίᾳ καταστῆσαι εἰρήνῃ, 14.248πέμψαντος πρὸς αὐτοὺς τοῦ ἔθνους τοῦ Ἰουδαίων καὶ Ὑρκανοῦ τοῦ ἀρχιερέως αὐτῶν πρέσβεις Στράτωνα Θεοδότου Ἀπολλώνιον Ἀλεξάνδρου Αἰνείαν Ἀντιπάτρου Ἀριστόβουλον Ἀμύντου Σωσίπατρον Φιλίππου ἄνδρας καλοὺς καὶ ἀγαθούς, 14.249καὶ περὶ τῶν κατὰ μέρη ἐμφανισάντων ἐδογμάτισεν σύγκλητος περὶ ὧν ἐποιήσαντο τοὺς λόγους, ὅπως μηδὲν ἀδικῇ Ἀντίοχος βασιλεὺς Ἀντιόχου υἱὸς Ἰουδαίους συμμάχους Ῥωμαίων, ὅπως τε φρούρια καὶ λιμένας καὶ χώραν καὶ εἴ τι ἄλλο ἀφείλετο αὐτῶν ἀποδοθῇ καὶ ἐξῇ αὐτοῖς ἐκ τῶν λιμένων μηδʼ ἐξαγαγεῖν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.242 Joseph. AJ 14.247 (English) >>Joseph. AJ 14.252

Powered by PhiloLogic